Ἡ σύναξις τῶν ἐκ Θεσσαλιώτιδος Ἁγίων
Σύναξις πάντων τῶν ἐν τοῖς ὁρίοις τοῦ Νομοῦ Καρδίτσης διαλαμψάντων ἁγίων, ἑορτάζεται την Κυριακήν μετά την Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ.
Ἀπολυτίκιον.
Ηχος α’. Τῆς ἐρήμου πολίτης.
Πολιούχων Καρδίτσης, τὴν ὀκτάδα τιμήσωμεν, θεῖον Σεραφεὶμ Φαναρίου, Ἐλασσῶνος Ἀρσένιον·
ὁμοῦ σὺν Παρθενίῳ τῷ κλεινῷ, Νικόλαον κλυτὸν Δαμιανόν, Κωνσταντῖνον Διονύσιον καὶ σοφόν, Ἀκάκιον κραυγάζοντες
Δόξα τῷ στεφανώσαντι ὑμᾶς
δόξα τῷ ἁγιάσαντι
δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίροις σύμπασα ἡ Θεσσαλία, τὴν ὀκτάριθμον θείαν χορείαν, Σεραφεὶμ σὺν Ἀρσενίῳ Παρθένιον
τὸν ἐν Βουνένοις ἀνδρεῖον Νικόλαον, Δαμιανὸν Κωνσταντῖνον τὸν ἔνδοξον
Διονύσιον, καὶ φίλον Χριστοῦ Ἀκάκιον, ἐν ὕμνοις καὶ ᾠδαῖς τρανῶς γεραίρουσα.
Μεγαλυνάριον.
Χαίροις τῶν Ἀγράφων ἡ χαρμονή, καὶ τῆς Θεσσαλίας, ἀγαλλίαμα τὸ τερπνόν
Χαίροις Ἐκκλησίας, ὀκτάφωτος λυχνία, Καρδίτσης αἰγληφόρου, λαμπρὸν στερέωμα.